TLG 2434 003 :: AELIUS DIUS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 397–398. Frr. 1–2. Citation: Fragment — (line) | ||
t1 | ΠΕΡΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. E LIBRO PRIMO. | |
1 | Anonymus De Periplo Scylacis Caryand. in cod. Paris. No. 443 (Supplem.), fol. 62: Αἴλιος Δῖος ἐν τῷ Περὶ Ἀλεξανδρείας βιβλίῳ πρώτῳ φησὶν, ὅτι Δα‐ | |
ρείῳ προσεφώνησε Σκύλαξ τὸ φρόντισμα. | 397 | |
t2 | ΦΟΙΝΙΚΙΚΑ. | |
2 | Josephus C. Apion. I, 17: Ὅτι δ’ οὐ λόγος ἐστὶν ὑπ’ ἐμοῦ συγκείμενος ὁ περὶ τῶν παρὰ τοῖς Τυρίοις γραμμάτων, παραθήσομαι μάρτυρα Δῖον, ἄνδρα περὶ τὴν Φοινικικὴν ἱστορίαν ἀκριβῆ γεγονέναι πεπιστευμέ‐ | |
5 | νον. Οὗτος τοίνυν ἐν ταῖς Περὶ Φοινίκων ἱστορίαις γρά‐ φει τὸν τρόπον τοῦτον· «Ἀβιβάλου τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Εἵρωμος ἐβασίλευσεν. Οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε, καὶ μεῖζον τὸ ἄστυ πεποίηκε, καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν | |
---|---|---|
10 | καθ’ ἑαυτὸ ὂν ἐν νήσῳ, χώσας τὸν μεταξὺ τόπον, συν‐ ῆψε τῇ πόλει, καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν· ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ναῶν κατασκευήν. Τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολομῶνα πέμψαι φασὶ πρὸς τὸν Εἵρωμον αἰνίγματα | |
15 | καὶ παρ’ αὐτοῦ λαβεῖν ἀξιοῦν, τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτίνειν. Ὁμολο‐ γήσαντα δὲ τὸν Εἵρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰνίγματα πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι. Εἶτα δὴ Ἀβδήμονόν τινα Τύριον ἄνδρα τὰ | |
20 | προτεθέντα λῦσαι, καὶ αὐτὸν ἄλλα προβαλεῖν· ἃ μὴ λύσαντα τὸν Σολομῶνα πολλὰ τῷ Εἱρώμῳ προσαπο‐ τῖσαι χρήματα.» Δῖος μὲν οὕτω περὶ τῶν προειρη‐ | |
μένων ἡμῖν μεμαρτύρηκεν. | 398 |